8th Sunday of Pascha

Feast of the Holy Trinity

May 31, 2026

Apostle Hermes of the Seventy

Vespers

Numbers 11.16-17, 24-29

Chapter 11

16

And the Lord said to Moses, Gather me seventy men from the elders of Israel, whom thou thyself knowest that they are the elders of the people, and their scribes; and thou shalt bring them to the tabernacle of witness, and they shall stand there with thee.

καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων ᾿Ισραήλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν. καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.

17

And I will go down, and speak there with thee; and I will take of the spirit that is upon thee, and will put it upon them; and they shall bear together with thee the burden of the people, and thou shalt not bear them alone.

καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ’ αὐτούς, καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.

24

And Moses went out, and spoke the words of the Lord to the people; and he gathered seventy men of the elders of the people, and he set them round about the tabernacle.

καὶ ἐξῆλθε Μωυσῆς καὶ ἐλάλησε πρὸς τὸν λαὸν τὰ ρήματα Κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς.

25

And the Lord came down in a cloud, and spoke to him, and took of the spirit that was upon him, and put it upon the seventy men that were elders; and when the spirit rested upon them, they prophesied and ceased.

καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ’ αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπ’ αὐτούς, καὶ ἐπροφήτευσαν καὶ οὐκ ἔτι προσέθεντο.

26

And there were two men left in the camp, the name of the one was Eldad, and the name of the other Modad; and the spirit rested upon them, and these were of the number of them that were enrolled, but they did not come to the tabernacle; and they prophesied in the camp.

καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ ῾Ελδὰδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ, καὶ ἐπανεπαύσατο ἐπ’ αὐτοὺς πνεῦμα· καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ.

27

And a young man ran and told Moses, and spoke, saying, Eldad and Modad prophesy in the camp.

καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλε Μωυσῇ καὶ εἶπε λέγων· ῾Ελδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ.

28

And Joshua the son of Naue, who attended on Moses, the chosen one, said, [My] lord Moses, forbid them.

καὶ ἀποκριθεὶς ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ ὁ παρεστηκὼς Μωυσῇ, ὁ ἐκλεκτός, εἶπε· κύριε Μωυσῆ, κώλυσον αὐτούς.

29

And Moses said to him, Art thou jealous on my account? and would that all the Lord’s people were prophets; whenever the Lord shall put his spirit upon them.

καὶ εἶπε Μωυσῆς αὐτῷ· μὴ ζηλοῖς ἐμέ; καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς;

Joel 2.23-32
23

Rejoice then and be glad, ye children of Sion, in the Lord your God: for he has given you food fully, and he will rain on you the early and the latter rain, as before.

καὶ τὰ τέκνα Σιών, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ Κυρίῳ Θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν.

24

And the floors shall be filled with corn, and the presses shall overflow with wine and oil.

καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.

25

And I will recompense you for the years which the locust, and the caterpillar, and the palmerworm, and the cankerworm have eaten, [even] my great army, which I sent against you.

καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς.

26

And ye shall eat abundantly, and be satisfied, and shall praise the name of the Lord your God [for the things] which he has wrought wonderfully with you: and my people shall not be ashamed for ever.

καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἃ ἐποίησε μεθ᾿ ὑμῶν εἰς θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα·

27

And ye shall know that I am in the midst of Israel, and [that] I am the Lord your God, and [that] there is none else beside me; and my people shall no more be ashamed for ever.

καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ ᾿Ισραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῶσιν ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα.

Ezekiel 36.24-28
24

And I will take you out from the nations, and will gather you out of all the lands, and will bring you into your own land:

καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.

25

and I will sprinkle clean water upon you, and ye shall be purged from all your uncleannesses, and from all your idols, and I will cleanse you.

καὶ ῥανῶ ἐφ’ ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς.

26

And I will give you a new heart, and will put a new spirit in you: and I will take away the heart of stone out of your flesh, and will give you a heart of flesh.

καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην.

27

And I will put my Spirit in you, and will cause you to walk in mine ordinances, and to keep my judgments, and do [them].

καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε.

28

And ye shall dwell upon the land which I gave to your fathers; and ye shall be to me a people, and I will be to you a God.

καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν.

Matins Gospel

John 20.19-23 § 65e
19

Then the same day at evening, being the first day of the week, when the doors were shut where the disciples were assembled for fear of the Jews, came Jesus and stood in the midst, and saith unto them, Peace be unto you.

Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.

20

And when he had so said, he shewed unto them his hands and his side. Then were the disciples glad, when they saw the LORD.

καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον.

21

Then said Jesus to them again, Peace be unto you: as my Father hath sent me, even so send I you.

εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.

22

And when he had said this, he breathed on them, and saith unto them, Receive ye the Holy Ghost:

καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον·

23

Whose soever sins ye remit, they are remitted unto them; and whose soever sins ye retain, they are retained.

ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.

Epistle

Acts 2.1-11 § 3
1

AND when the day of Pentecost was fully come, they were all with one accord in one place.

Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.

2

And suddenly there came a sound from heaven as of a rushing mighty wind, and it filled all the house where they were sitting.

καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι·

3

And there appeared unto them cloven tongues like as of fire, and it sat upon each of them.

καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν,

4

And they were all filled with the Holy Ghost, and began to speak with other tongues, as the Spirit gave them utterance.

καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.

5

And there were dwelling at Jerusalem Jews, devout men, out of every nation under heaven.

Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·

6

Now when this was noised abroad, the multitude came together, and were confounded, because that every man heard them speak in his own language.

γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.

7

And they were all amazed and marvelled, saying one to another, Behold, are not all these which speak Galilaeans?

ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;

8

And how hear we every man in our own tongue, wherein we were born?

καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν,

9

Parthians, and Medes, and Elamites, and the dwellers in Mesopotamia, and in Judaea, and Cappadocia, in Pontus, and Asia,

Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,

10

Phrygia, and Pamphylia, in Egypt, and in the parts of Libya about Cyrene, and strangers of Rome, Jews and proselytes,

Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ρωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι,

11

Cretes and Arabians, we do hear them speak in our tongues the wonderful works of God.

Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;

Gospel

John 7.37-52, 8.12 § 27

Chapter 7

37

In the last day, that great day of the feast, Jesus stood and cried, saying, If any man thirst, let him come unto me, and drink.

Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.

38

He that believeth on me, as the scripture hath said, out of his belly shall flow rivers of living water.

ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος.

39

(But this spake he of the Spirit, which they that believe on him should receive: for the Holy Ghost was not yet given; because that Jesus was not yet glorified.)

τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.

40

Many of the people therefore, when they heard this saying, said, Of a truth this is the Prophet.

πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·

41

Others said, This is the Christ. But some said, Shall Christ come out of Galilee?

ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;

42

Hath not the scripture said, That Christ cometh of the seed of David, and out of the town of Bethlehem, where David was?

οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται;

43

So there was a division among the people because of him.

σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι’ αὐτόν.

44

And some of them would have taken him; but no man laid hands on him.

τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.

45

Then came the officers to the chief priests and Pharisees; and they said unto them, Why have ye not brought him?

Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν;

46

The officers answered, Never man spake like this man.

ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.

47

Then answered them the Pharisees, Are ye also deceived?

ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;

48

Have any of the rulers or of the Pharisees believed on him?

μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;

49

But this people who knoweth not the law are cursed.

ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι.

50

Nicodemus saith unto them, (he that came to Jesus by night, being one of them,)

λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν·

51

Doth our law judge any man, before it hear him, and know what he doeth?

μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;

52

They answered and said unto him, Art thou also of Galilee? Search, and look: for out of Galilee ariseth no prophet.

ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.

Chapter 8

12

Then spake Jesus again unto them, saying, I am the light of the world: he that followeth me shall not walk in darkness, but shall have the light of life.

Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.